Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.116 Dem. 24.120 (English) >>Dem. 24.122

24.118καίτοι, Τιμόκρατες, οἱ μὲν ὄντες ἡμῖν κύριοι νόμοι τουτουσὶ ποιοῦσι κυρίους ἁπάντων, καὶ διδόασιν αὐτοῖς ἀκούσασιν, ὁποῖον ἄν τι νομίζωσι τἀδίκημα, τοιαύτῃ περὶ τοῦ ἠδικηκότος χρῆσθαι τῇ ὀργῇ, μέγα μεγάλῃ, μικρὸν μικρᾷ. ὅταν γὰρ τι χρὴ παθεῖν ἀποτεῖσαι,” τὸ τιμᾶν ἐπὶ τούτοις γίγνεται. 24.119σὺ τοίνυν τὸ παθεῖν ἀφαιρεῖς τὸν δεσμὸν ἀφιείς· καὶ ταῦτα τίσιν; τοῖς κλέπταις, τοῖς ἱεροσύλοις, τοῖς πατραλοίαις, τοῖς ἀνδροφόνοις, τοῖς ἀστρατεύτοις, τοῖς λιποῦσι τὰς τάξεις· τούτους γὰρ πάντας σῴζεις τῷ νόμῳ. καίτοι ὅστις ἐν δημοκρατίᾳ νομοθετῶν μήθʼ ὑπὲρ τῶν ἱερῶν μήθʼ ὑπὲρ τοῦ δήμου νομοθετεῖ, ἀλλʼ ὑπὲρ ὧν εἶπον ἀρτίως, πῶς οὐ δίκαιός ἐστι τῆς ἐσχάτης τιμωρίας τυχεῖν; 24.120οὐ γὰρ δὴ ἐρεῖ γʼ ὡς τοὺς τοιούτους οὐ καὶ προσήκει καὶ οἱ νόμοι κελεύουσιν ταῖς μεγίσταις τιμωρίαις ἐνόχους εἶναι, οὐδʼ ὡς οὗτοι, ὑπὲρ ὧν εὕρηκε τὸν νόμον, οὐ καὶ κλέπται καὶ ἱερόσυλοί εἰσιν, τὰ μὲν ἱερά, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ ἀντὶ τοῦ ἀποδοῦναι αὐτοὶ ἔχοντες, τὰ δʼ ὅσια, ἐγίγνετο ὑμέτερα, κεκλοφότες. διαφέρει δὲ τοσοῦτον αὐτῶν ἱεροσυλία τῶν ἄλλων, ὅτι τὴν ἀρχὴν οὐδʼ ἀνήνεγκαν εἰς τὴν ἀκρόπολιν, δέον αὐτούς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.116 Dem. 24.120 (English) >>Dem. 24.122

Powered by PhiloLogic